ΠΥΡΟΜΑΝΤΗΣ ~ 12025 ΓFΕ

Ετικέτες

·

51. ΝΥΜΦΩΝ

Θυμίαμα ἀρώματα

Νύμφαι, θυγατέρες μεγαλήτορος Ὠκεανοῖο,

ὑγροπόροις γαίης ὑπό κεύθεσιν οἰκί’ ἔχουσαι,

κρυψίδρομοι, λειμωνιάδες, σκολιοδρόμοι, ἁγναί,

ἀντροχαρεῖς, σπήλυγξι κεχαρμέναι, ἠερόφοιτοι,

πηγαῖαι, δρομάδες, δροσοείμονες, ἴχνεσι κοῦφαι

φαινόμεναι, ἀφανεῖς, αὐλωνιάδες, πολυανθεῖς·

σὺν Πανὶ σκιρτῶσαι ἀν’ οὔρεα, εὐάστειραι,

πετρόρυτοι, λιγυραί, κρουνίτιδες, ὑλονόμοι τε·

παρθένοι εὐώδεις, λευχείμονες, εὔπνοοι αὔραις,

αἰπολικαί, νόμιαι, θηρσὶν φίλαι, ἀγλαόκαρποι,

δρυμοχαρεῖς, ἁπαλαί, πολυθρέμμονες αὐξίτροφοί τε·

κοῦραι ἁμαδρυάδες, φιλοπαίγμονες, ὑγροκέλευθοι,

Νύσιαι, οἰστρομανεῖς, παιωνίδες, εἰαροτερπεῖς,

σὺν Βάκχῳ Δηοῖ τε χάριν θνητοῖσι φέρουσαι·

ἔλθετ’ ἐπ’ εὐφήμοις ἱεροῖς κεχαρηότι θυμῷ,

νᾶμα χέουσ’ ὑγιεινὸν ἀεξιτρόφοισιν ἐν ὥραις.