Θυμίαμα ἀρώματα
Μηλινόην καλέω, νύμφην χθονίην, κροκόπεπλον
ἥν παρά Κωκυτοῦ προχοαῖς ἐλοχεύσατο σεμνή
Φερσεφόνη, λέκτροις ἱεροῖς Ζηνός Κρονίοιο·
ἧ ψευσθείς Πλούτων’ ἐμίγη δολίαις ἀπάτησιν,
θυμῶ Φερσεφόνης δὲ δισώματον ἔσπασε χροιήν.
ἣ θνητοὺς μαίνει φαντάσμασιν ἠερίοισιν,
ἀλλοκότοις ἰδέαις μορφῆς τύπον ἐκπροφανεῖσα.
ἄλλοτε μὲν προφανής, ποτὲ δὲ σκοτόεσσα, νυχαυγής,
ἀνταίαις ἐφόδοισι κατὰ ζοφοειδέα νύκτα.
ἀλλά, θεά, λίτομαί σε, καταχθονίων βασίλεια,
ψυχῆς ἐκπέμποις οἶστρον ἐπὶ τέρματα γαίης,
εὐμενὲς εὐῒερον μύσταις φαίνουσα πρόσωπον.