Κλῦθι, μάκαρ, Διός υἷ’, ἐπιλήνιε Βάκχες, διμήτωρ,
σπέρμα πολύμνηστον, πολυώνυμε, λύσιε δαῖμον.
κρυψίγονον μακάρων ἱερόν θάλος, εὔιε Βάκχε,
εὐτραφές, εὔκαρπος, πολυγηθέα καρπόν ἀέξων,
ῥηξίχθων, ληναῖε, μεγασθενές, αἰολόμορφε·
παυσίπονον θνητοῖσι φανεὶς ἄκος, ἱερὸν ἄνθος,
χάρμα βροτοῖς φιλάλυπον, ἐφάπτορ, καλλιέθειρε,
λύσιε, θυρσομανές, βρόμι’, εὔιε, πᾶσιν ἐῢφρων,
οἷς ἐθέλεις θνητῶν ἠδ’ ἀθανάτων σε πιφαύσκειν·
νῦν σε καλῶ μύστησι μολεῖν ἡδύν, φερέκαρπον.