ΠΥΡΟΜΑΝΤΗΣ ~ 12025 ΓFΕ

Ετικέτες

·

69. ΕΡΙΝΥΩΝ

Θυμίαμα ἀρώματα

Κλῦτε, θεαί πάντιμοι, ἐρίβρομοι, εὐάστειραι,

Τισιφόνη τε καί Ἀλληκτώ καί δῖα Μέγαιρα·

νυκτέριαι, μύχιαι, ὑπό κεύθεσιν οἰκί’ ἔχουσαι

ἄντρω ἐν ἠερόεντι, παρά Στυγός ἱερόν ὕδωρ·

οὐχ ὁσίαις βουλῆσι βροτῶν πεποτημέναι αἰεί

λυσσήρεις, ἀγέρωχοι, ἐπευάζουσαι ἀνάγκαις,

θηρόπεπλοι, τιμωροί, ἐρισθενέες, βαρυαλγεῖς,

Ἀῒδεω χθόνιαι φοβεραὶ κόραι αἰολόμορφοι,

ἠέριαι, ἀφανεῖς, ὠκυδρόμοι, ὥστε νόημα.

αἵτ’ αἰεὶ θνητῶν πάντων ἐπ’ ἀπείρονα φῦλα

ὄμμα Δίκης ἐφορᾶτε, δικασπόλοι αἰὲν ἐοῦσαι.

ἀλλά, θεαὶ Μοῖραι, ὀφιοπλόκαμοι, πολύμορφοι,

πραΰνοον μετάθεσθε βίου μαλακόφρονα δόξαν.