ΠΥΡΟΜΑΝΤΗΣ ~ 12025 ΓFΕ

Ετικέτες

·

42. ΜΙΣΗΣ

Θυμίαμα στύρακα

Θεσμοφόρον καλέω ναρθηκοφόρον Διόνυσον,

σπέρμα πολύμνηστον πολυώνυμον Εὐβουλῆος,

ἁγνήν τ’ εὐίερόν τε Μίσην, ἄρρητον ἄνασσαν,

ἄρσενα καὶ θῆλυν, διφυῆ, λύσιον Ἴακχον·

εἴτ’ ἐν Ἐλευσῖνος τέρπῃ νηῷ θυόεντι,

εἴτε καὶ ἐν Φρυγίῃ σὺν Μητέρι μυστιπολεύεις,

ἢ Κύπρῳ τέρπῃ σὺν ἐϋστεφάνῳ Κυθερείῃ,

ἢ καὶ πυροφόροις πεδίοις ἐπαγάλλεαι ἁγνοῖς,

σὺν σῇ μητρὶ θεᾶ μελανηφόρῳ Ἴσιδι σεμνῇ,

Αἰγύπτου παρὰ χεῦμα, σὺν ἀμφιπόλοισι τιθήναις·

εὐμενέουσ’ ἔλθοις ἀγαθ’ ἐκτελέουσ’ ἐπ’ ἀέθλοις.