Θυμίαμα ἀρώματα
Κικλήσκω σε, μάκαρ, τανυσίπτερε, οὖλε Ὄνειρε,
ἄγγελε μελλόντων, θνητοῖς χρησμῳδέ μέγιστε.
ἡσυχίη γάρ ὕπνου γλυκεροῦ σιγηλός ἐπελθών
προσφωνῶν ψυχαῖς θνητῶν, νόον αὐτὸς ἐγείρεις,
καὶ γνώμας μακάρων αὐτὸς καθ’ ὕπνους ὑποπέμπεις,
σιγῶν σιγώσαις ψυχαῖς μέλλοντα προφαίνων,
οἷσιν ἐπ’ εὐσεβίησι θεῶν νόος ἐσθλὸς ὁδεύει,
ὡς ἂν ἀεὶ τὸ καλὸν μᾶλλον, γνώμησι προληφθέν,
τερπωλαῖς ὑπάγῃ βίον ἀνθρώπων προχαρέντων,
τῶν δὲ κακῶν ἀνάπαυλαν, ὅπως θεὸς αὐτὸς ἐνίσπῃ.
εὐχωλαῖς θυσίαις τε χόλον λύσωσιν ἀνάκτων.
εὐσεβέσιν γὰρ ἀεὶ τὸ τέλος γλυκερώτερόν ἐστιν·
τοῖς δὲ κακοῖς οὔ κεν φαίνοι μέλλουσαν ἀνάγκην,
ος ὄψις ὀνειρήεσσα, κακῶν ἐξάγγελ ἔργων,
ὄφρα κεν εὕρωνται λύσιν ἄλγεος ἐρχομένοιο.
ἀλλά, μάκαρ, λίτομαί σε θεῶν μηνύματα φράζειν,
ὡς ἂν ἀεὶ γνώμαις ὀρθαῖς κατὰ πάντα πελάζῃς,
μηδὲν ἐπ’ ἀλλοκότοισι κακῶν σημεῖα προφαίνων.