ΠΥΡΟΜΑΝΤΗΣ ~ 12025 ΓFΕ

Ετικέτες

·

10. ΦΥΣΕΩΣ

Θυμίαμα ἀρώματα

Ὦ Φύσι, παμμήτειρα θεά, πολυμήχανε μῆτερ,

οὐρανίη, πρέσβειρα, πολύκτιτε δαῖμον, ἄνασσα·

πανδαμάτωρ, ἀδάμαστε, κυβερνήτειρα, παναυγής,

παντοκράτειρα, τετιμέν’ ἀεί, πανυπέρτατε δαῖμον,

ἄφθιτε, πρωτογένεια, παλαίφατε, κυδιάνειρα·

ἐννυχίη, πολύπειρε, σελασφόρε, δεινοκαθέκτε,

ἄψοφον ἀστραγάλοισι ποδῶν ἴχνος εἱλίσσουσα

ἁγνή, κοσμήτειρα θεῶν, ἀτελής τε τελευτή,

κοινὴ μὲν πάντεσσιν, ἀκοινώνητε δὲ μούνη·

αὐτοπάτωρ, ἀπάτωρ, ἄρσην, πολύμητι, μεγίστη·

εὐάνθής, πλοκίη, φιλίη, πολύμικτε, δαῆμον·

ἡγεμόνη, κράντειρα, φερέσβιε, παντρόφε κούρη,

αὐτάρκεια, Δίκη· Χαρίτων πολυώνυμε πειθώ·

αἰθερίη, χθονίη τε, καὶ εἰναλίη μεδέουσα·

πικρή μέν φαύλοισι, γλυκεῖα δὲ πειθομένοισιν·

πάνσοφε, πανδώτειρα, κομίστρια, παμβασίλεια·

αὐξιτρόφος, πίειρα πεπαινομένων τε λύτειρα·

πάντων μὲν σὺ πατήρ, μήτηρ, τροφὸς ἠδὲ τιθηνός·

ὠκυλόχεια, μάκαιρα, πολύσπορος, ὡριὰς, ὁρμή

παντοτεχνές, πλάστειρα, πολύκτιτε, πότνιε δαῖμον,

ἀϊδίη, κινησιφόρος, πολύπειρε, περίφρων·

ἀενάῳ στροφάλιγγι θοὸν ῥύμα δινεύουσα·

πάνρυτε, κυκλοτερής, ἀλλοτριομορφοδίαιτε·

εὔθρονε, τιμήεσσα, μόνη τὸ κριθὲν τελέουσα,

σκηπτούχοῦσ’ ἐφύπερθε, βαρυβρεμέτειρα, κρατίστη·

ἄτρομε, πανδαμάτειρα, πεπρωμένη αἶσα, πυρίπνους·

ἀῒδιος ζωὴ, ἠδ’ ἀθανάτη τε πρόνοια·

πάντα σὺ ἔσσι· τα πάντα σὺ γὰρ μούνη τάδε τεύχεις.

ἀλλά, θεά, λίτομαί σε, σὺν εὐόλβοισιν ἐν ὥραις

εἰρήνην, ὑγίειαν ἄγειν, αὔξησιν ἁπάντων.