ΠΥΡΟΜΑΝΤΗΣ ~ 12024 ΓFΕ

·

60. ΧΑΡΙΤΩΝ

Θυμίαμα στύρακα

Κλῦτέ μοι, ὦ Χάριτες μεγαλώνυμοι, ἀγλαότιμοι,

θυγατέρες Ζηνός τε καί Εὐρυνόμης βαθυκόλπου,

Ἀγλαΐη, Θαλίη τε, καί Εὐφροσύνη πολύολβε,

χαρμοσύνης, γενέτειραι, ἐράσμιαι, εὔφρονες, ἁγναί,

αἰολόμορφοι, ἀειθαλέες, θνητοῖσι ποθειναί,

οὔτε γάρ ἠελίου ταχιναί φλόγες, οὔτε σελήνης,

και σοφίης, ἀρετἠς τε, και ἐργασίμου θρασύτητος

αὔχημ’ οὔτε βίου λιπαρῆς περικαλλέος ἥβης

ὑμέων χωρίς ἐγείρει ἐϋφροσύνας βιότοιο.

εὐκταῖαι, κυκλάδες, καλυκώπιδες, ἱμερόεσσαι·

ἔλθοιτ’ ὀλβοδότειραι, ἀεὶ μύστησι προσηνεῖς.