ΠΥΡΟΜΑΝΤΗΣ ~ 12025 ΓFΕ

Ετικέτες

·

78. ΗΟΥΣ

Θυμίαμα μάνναν

Κλῦθι, θεά θνητοῖς φαεσίμβροτον ἦμαρ ἄγουσα,

Ἠώς λαμπροφαής, ἐρυθαινομένη κατά κόσμον,

ἀγγελίεια θεοῦ μεγάλου Τιτῆνος ἀγαυοῦ,

ἣ νυκτὸς ζοφόεντα κελαινοχρῶτα πορείην

ἀντολίαις ταῖς σαῖς πέμπεις ὑπὸ νέρτερα γαίης·

ἔργων ἡγήτειρα, βίου πρόπολε θνητοῖσιν·

ἧ χαίρει θνητῶν μερόπων γένος· οὐδέ τίς ἐστιν,

ὃς φεύγει τὴν σὴν ὄψιν καθυπέρτερον οὖσαν,

ἡνίκα τὸν γλυκὺν ὕπνον ἀπὸ βλεφάρων ἀποσείσης,

πᾶς δὲ βροτὸς γήθει, πᾶν ἑρπετὸν, ἄλλα τε φῦλα

τετραπόδων, πτηνῶν τε, καὶ εἰναλίων πολυεθνῶν·

πάντα γὰρ ἐργάσιμον βίοτον θνητοῖσι πορίζεις.

ἀλλά, μάκαιρ’ ἁγνή, μύσταις ἱερὸν φάος αὔξοις.