ΠΥΡΟΜΑΝΤΗΣ ~ 12024 ΓFΕ

·

19. ΚΕΡΑΥΝΙΟΥ ΔΙΟΣ

Θυμίαμα στύρακα

Ζεῦ πάτερ, ὑψίδρομον πυρσαυγέα κόσμον ἐλαύνων,

στράπτων αἰθερίου στεροπῆς πανυπέρτατον αἴγλην,

παμμακάρων ἕδρανον θείαις βροντῇσι τινάσσων,

νάμασι παννεφέλοις στεροπὴν φλεγέθουσαν ἀναίθων·

λαίλαπας, ὄμβρους, πρηστῆρας, κρατερούς τε κεραυνούς.

παμφλέκτους, κραιπνούς, φρικώδεας, ὀβριμοθύμους,

βάλλων εὐροθίους φλογερούς, νεφέεσσι καλύπτων

πτηνὸν ὅπλον δεινόν, κλονοκάρδιον, ὀρθοέθειρον,

αἰφνίδιον, βρονταῖον, ἀνίκητον βέλος ἁγνόν

ῥοίζου ἀπειρεσίου δινεύμασι, παμφάγον ὁρμῇ,

ἄρρηκτον, βαρύθυμον, ἀμαιμάκετον πρηστῆρος

οὐράνιον βέλος ὀξὺ καταιβάτου αἰθαλόεντος

ὃν καὶ γαῖα πέφρικε θάλασσά τε παμφανόωσα,

καὶ θῆρες πτήσσουσιν, ὅταν κτύπος οὖας ἐσέλθῃ·

μαρμαίρει δὲ πρόσωπ’ αὐγαῖς, σμαραγεῖ δὲ κεραυνὸς

αἰθέρος ἐν γυάλοισι· διαρρήξας δὲ χιτῶνα,

οὐράνιον προκάλυμμα, χαλᾷς ἀργῆτα κεραυνόν.

ἀλλά μάκαρ, θυμὸν βαρὺν ἔμβαλε κύμασι πόντου,

ἠδ’ ὀρέων κορυφῇσι· τὸ σὸν κράτος ἴσμεν ἅπαντες·

ἀλλὰ χάριν λοιβῆς σὺ δίδου φρεσὶν αἴσιμα πάντα,

ζωήν τ’ ὀλβιόθυμον, ὁμοῦ θ’ ὑγίειαν ἄνασσαν,

Εἰρήνην τε θεάν κουροτρόφον, ἀγλαότιμον,

καὶ βίον εὐθύμοισιν ἀεὶ θάλλοντα λογισμοῖς.