ΠΥΡΟΜΑΝΤΗΣ ~ 12024 ΓFΕ

·

44. ΣΕΜΕΛΗΣ

Θυμίαμα στύρακα

Κικλήσκω κούρην Καδμηῒδα παμβασίλειαν,

εὐειδῆ Σεμέλην, ἐρατοπλόκαμον, βαθύκολπον,

μητέρα θυρσοφόροιο Διωνύσου πολυγηθοῦς,

ἣ μεγάλας ὠδῖνας ἐλάσσατο πυρφόρω αὐγῇ,

ἀθανάτοιο τεκοῦσα Διὸς βουλαῖς Κρονίοιο·

τιμὰς τευξαμένη παρ’ ἀγαυῆς Περσεφονείης·

ἐν θνητοῖσι βροτοῖσιν ἀνὰ τριετηρίδας ὥρας,

ἡνίκα σοῦ Βάκχου γονίμην ὠδῖνα τελῶσιν,

εὐῒερόν τε τράπεζαν ἰδὲ μυστήριά θ’ ἁγνά.

νῦν σέ, θεά, λίτομαι, κούρη Καδμηῒς ἄνασσα,

πρηῢνοον καλέων αἰεὶ μύστησιν ὑπάρχειν.