ΠΥΡΟΜΑΝΤΗΣ ~ 12024 ΓFΕ

·

52. ΤΡΙΕΤΗΡΙΚΟΥ

Θυμίαμα ἀρώματα

Κικλήσκω σε, μάκαρ, πολυώνυμε, μαινόλα, Βακχεῦ,

ταυρόκερως, ληναῖε, πυρίσπορε, Νύσιε, λυσεῦ,

μηροτρεφής, λικνῖτα, πυρίπνοε καὶ τελετάρχα·

νυκτέρι’, Εὔβουλεῦ, μιτρηφόρε, θυρσοτινάκτα,

ὄργιον ἄρρητον, τριφυές, κρύφιον Διὸς ἔρνος·

πρωτογόν’ ἠρικεπαῖε, θεῶν πάτερ ἠδὲ καὶ υἱέ·

ὠμάδιε, σκηπτοῦχε, χοροιμανές, ἡγέτα κώμων·

βακχεύων ἁγίας τριετηρίδας ἀμφὶ γαληνάς·

ῥηξίχθων, πυριφεγγές, ἐφάπτορ, κοῦρε διμήτωρ,

οὐρεσίφοιτα, κερώς, νεβριδοστόλος, ἀμφιέτηρε,

Παιὰν θυρσεγχής, ὑποκόλπιε, βοτρυόκοσμε,

Βάσσαρε, κισσοχαρής, πολυπάρθενε, καὶ διάκοσμε,

ἐλθέ, μάκαρ, μύστησι βρύων κεχαρημένος αἰεί.