ΠΥΡΟΜΑΝΤΗΣ ~ 12024 ΓFΕ

·

56. ΑΔΩΝΙΔΟΣ

Θυμίαμα ἀρώματα

Κλῦθἰ μευ εὐχομένου, πολυώνυμε, δαῖμον ἄριστε,

ἁβροκόμη, φιλέρημε, βρύων ὥρησι ποθειναῖς,

Εὐβουλεῦ, πολύμορφε, τροφεῦ πάντων ἀρίδηλε.

κούρη, καὶ κόρε· πᾶσι καλόν θάλος αἰέν Ἄδωνι,

σβεννύμενος λάμπων τε καλαῖς ἐν κυκλάσιν ὥραις·

αὐξιθαλής, δίκερως, πολυήρατε, δακρυότιμε,

ἀγλαόμορφε, κυνηγεσίαις χαίρων, βαθυχαῖτα·

ἱμερόνους, Κύπριδος γλυκερὸν θάλος, ἔρνος ἔρωτος

Φερσεφόνης ἐρασιπλοκάμου λέκτροισι λοχευθείς·

ὃς ποτε μὲν ναίεις ὑπὸ Τάρταρον ἠερόεντα,

ἠδὲ πάλιν πρὸς Ὄλυμπον ἄγεις δέμας ὡριόκαρπον·

ἐλθέ, μάκαρ, μύστησι φέρων καρποὺς ἀπὸ γαίης.