ΠΥΡΟΜΑΝΤΗΣ ~ 12024 ΓFΕ

·

36. ΑΡΤΕΜΙΔΟΣ

Θυμίαμα μάνναν

Κλῦθί μευ, ὦ βασίλεια, Διός πολυώνυμε κούρη,

Τιτηνίς, βρομίη, μεγαλώνυμε, τοξότι, σεμνή,

πασιφαής, δαδοῦχε, θεά Δίκτυννα, λοχείη,

ὠδίνων ἐπαρωγὲ καὶ ὠδίνων ἀμύητε·

λυσίζωνε φίλοιστρε, κυνηγέτι, λυσιμέριμνε,

εὔδρομος, ἰοχέαιρα, φιλαγρότι, νυκτερόφοιτε,

κλεισίη, εὐάντητε, λυτηρίη, ἀρσενόμορφε,

ὀρθίη, ὠκυλόχεια, βροτῶν κουροτρόφε δαῖμον,

ἀγροτέρη, χθονίη, θηροκτόνος, ὀλβιόμοιρε·

ἣ κατέχεις ὀρέων δρυμούς, ἐλαφηβόλε, σεμνή,

πότνια, παμβασίλεια, καλὸν θάλος αἰὲν ἐοῦσα,

δρυμονία, σκυλακῖτι, Κυδωνιάς, αἰολόμορφε.

ἐλθέ, θεὰ σώτειρα, φίλη μύστῃσιν ἅπασιν,

εὐάντητος, ἄγουσα καλοὺς καρποὺς ἀπὸ γαίης,

εἰρήνην τ’ ἐρατὴν, καλλιπλόκαμον θ’ ὑγίειαν·

πέμποις δ’ εἰς ὀρέων κεφαλὰς νούσους τε καὶ ἄλγη.