ΠΥΡΟΜΑΝΤΗΣ ~ 12024 ΓFΕ

·

40. ΔΗΜΗΤΡΟΣ ΕΛΕΥΣΙΝΙΑΣ

Θυμίαμα στύρακα

Δηοῖ, παμμήτειρα θεά, πολυώνυμε δαῖμον,

σεμνὴ Δήμητερ, κουροτρόφος, ὀλβιοδῶτι,

πλουτοδότειρα θεά, σταχυοτρόφε, παντοδότειρα,

εἰρήνῃ χαίρουσα καὶ ἐργασίαις πολυμόχθοις,

σπερμείη, σωρῖτις, ἀλωαίη, χλοόκαρπε,

ἣ ναίεις ἁγνοῖσιν Ἐλευσῖνος γυάλοισιν,

ἱμερόεσσ’ ἐρατή, θνητῶν θρέπτειρα προπάντων

πρώτη ὑποζεύξασα βοῶν ἀροτῆρα τένοντα.

καὶ βίον ἱμερόεντα βροτοῖς πολύολβον ἀνεῖσα·

αὐξιθαλής, Βρομίοιο συνέστιος, ἀγλαότιμος.

λαμπαδόεσσ’, ἁγνή, δρεπάνοις χαίρουσα θερείοις.

σὺ χθονίη, σὺ δὲ φαινομένη, σὺ δε πᾶσι προσηνής·

εὔτεκνε, παιδοφίλη, σεμνή, κουροτρόφε κούρη,

ἅρμα δρακοντείουσιν ὑποζεύξασα χαλινοῖς,

ἐγκυκλίοις δίναις περὶ σὸν θρόνον εὐαζόντων.

μουνογενής, πολύτεκνε θεά, πολυπότνια θνητοῖς,

ἧς πολλαὶ μορφαί, πολυάνθεμοι, ἱεροθαλεῖς·

ἐλθέ, μάκαιρ’, ἁγνή, καρποῖς βρίθουσα θερείοις,

εἰρήνην κατάγουσα καὶ εὐνομίην ἐρατεινὴν.

καὶ πλοῦτον πολύολβον, ὁμοῦ δ’ ὑγίειαν ἄνασσαν.