ΠΥΡΟΜΑΝΤΗΣ ~ 12024 ΓFΕ

·

30. ΔΙΟΝΥΣΟΥ

Θυμίαμα στύρακα

Κικλήσκω Διόνυσον ἐρίβρομον, εὐστῆρα,

πρωτόγονον, διφυῆ, τρίγονον, Βακχεῖον ἄνακτα,

ἄγριον, ἄρρητον, κρύφιον, δικέρωτα, δίμορφον,

κισσόβρυον, ταυρωπόν, ἀρήϊον, εὔΐον, ἁγνόν,

ὠμάδιον, τριετῆ, βοτρυοτρόφον, ἐρνεσίπεπλον.

Εὐβουλεῦ, πολύβουλε, Διὸς καὶ Περσεφονείης

ἀρρήτοις λέκτροισι τεκνωθείς, ἄμβροτε δαῖμον·

κλῦθι μάκαρ φωνῆς, ἡδὺς δ’ ἐπίπνευσον ἐνηής,

εὐμενὲς ἦτορ ἔχων, σὺν ἐϋζώνοισι τιθήναις.