ΠΥΡΟΜΑΝΤΗΣ ~ 12024 ΓFΕ

·

29. ΠΕΡΣΕΦΟΝΗΣ

Περσεφόνη, θυγάτερ μεγάλου Διός, ἐλθε, μάκαιρα,

μουνογένεια θεά, κεχαρισμένα δ’ ἱερὰ δέξαι·

Πλούτωνος πολύτιμε δάμαρ, κεδνή, βιοδῶτι·

ἣ κατέχεις Ἀΐδαο πύλας ὑπὸ κεύθεα γαίης,

Πραξιδίκη, ἐρατοπλόκαμος, Δηοῦς θάλος ἁγνόν,

Εὐμενίδων γενέτειρα, καταχθονίων βασίλεια·

ἣν Ζεὺς ἀρρήτοισι γοναῖς τεκνώσατο κούρην.

μῆτερ ἐριβρεμέτου πολυμόρφου Εὐβουλῆος,

Ὡρῶν συμπαίκτειρα, φαεσφόρος, ἀγλαόμορφε·

σεμνή, παντοκράτειρα, κόρη καρποῖσι βρύουσα,

εὐφεγγής, κερόεσσα μόνη θνητοῖσι ποθεινή,

ἐαρινή, λειμωνιάσιν χαίρουσα πνοῇσιν,

ἱερὸν ἐκφαίνουσα δέμας βλαστοῖς χλοοκάρποις,

ἁρπαγιμαῖα λέχη μετοπωρινὰ νυμφευθεῖσα·

ζωὴ καὶ θάνατος μούνη θνητοῖς πολυμόχθοις,

Φερσεφόνεια· φέρεις γὰρ ἀεὶ καὶ πάντα φονεύεις.

κλῦθι μάκαιρα θεά, καρποὺς δ’ ἀνάπεμπ’ ἀπὸ γαίης,

εἰρήνῃ εὐόλβῳ, καὶ ἠπιοχείρ’ ὑγιείῃ

καὶ βίῳ εὐόλβῳ, λιπαρὸν γῆρας κατάγοντι

πρὸς σὸν χῶρον, ἄνασσα, καὶ εὐδύνατον Πλούτωνα.