ΠΥΡΟΜΑΝΤΗΣ ~ 12024 ΓFΕ

·

7. ΑΣΤΡΩΝ

Θυμίαμα ἀρώματα

Ἄστρων οὐρανίων ἱερόν σέλας ἐκπροκαλοῦμαι,

εὐιέροις φωνῇσι κικλήσκων δαίμονας ἁγνούς.

Ἀστέρες οὐράνιοι, Νυκτὸς φίλα τέκνα μελαίνης,

ἐγκυκλίοις δίνῃσι περιθρόνιοι κυκλέοντες,

ἀνταυγεῖς, πυρόεντες, ἀεὶ γενετῆρες ἁπάντων·

μοιρίδιοι, πάσης μοίρης σημάντορες ὄντες·

θνητῶν ἀνθρώπων θείην διέποντες ἀταρπόν·

ἑπταφαεῖς ζώνας ἐφορώμενοι, ἠερόπλαγκτοι

οὐράνιοι, χθόνιοί τε, πυρίδρομοι, αἰὲν ἀτειρεῖς·

αὐγάζοντες ἀεὶ νυκτὸς ζοφοειδέα πέπλον,

μαρμαρυγαῖς στίλβοντες, ἐύφρονες, ἐννύχιοί τε·

ἔλθετ’ ἐπ’ εὐιέρου τελετῆς πολυΐστορας ἄθλους,

ἐσθλοί ἐπ’ εὐδόξοις ἔργοις δρόμον ἐκτελέοντες.