ΠΥΡΟΜΑΝΤΗΣ ~ 12024 ΓFΕ

·

88. ΕΙΣ ΑΡΕΑ

Ἆρες ὑπερμενέτα, βρισάρματε, χρυσεοπήληξ,

ὀβριμόθυμε, φέρασπι, πολισσόε, χαλκοκορυστά,

καρτερόχειρ, ἀμόγητε, δορυσθενές, ἕρκος Ὀλύμπου,

Νίκης εὐπολέμοιο πάτερ, συνάρωγε Θέμιστος,

ἀντιβίοισι τύραννε, δικαιοτάτων ἀγὲ φωτῶν,

ἠνορέης σκηπτοῦχε, πυραυγέα κύκλον ἑλίσσων

αἰθέρος ἑπταπόροις ἐνὶ τείρεσιν, ἔνθα σε πῶλοι

ζαφλεγέες τριτάτης ὑπὲρ ἄντυγος αἰὲν ἔχουσιν·

κλῦθι, βροτῶν ἐπίκουρε, δοτὴρ εὐθαρσέος ἥβης,

πρηῢ κατάστιλψον σέλας ὑψόθεν ἐς βιότητα

ἡμετέρην, καὶ κάρτος ἀρήϊον, ὥς κε δυναίμην

σεύεσθαι κακότητα πικρὴν ἀπ᾽ ἐμοῖο καρήνου,

καὶ ψυχῆς ἀπατηλὸν ὑπογνάμψαι φρεσὶν ὁρμὴν,

θυμοῦ τ᾽ αὖ μένος ὀξὺ κατισχέμεν, ὅς μ᾽ ἐρέθῃσιν

φυλόπιδος κρυερῆς ἐπιβαινέμεν, ἀλλὰ σὺ θάρσος

δὸς μάκαρ, εἰρήνης τε μένειν ἐν ἀπήμοσι θεσμοῖς,

δυσμενέων προφυγόντα μόθον, κῆράς τε βιαίας.