ΠΥΡΟΜΑΝΤΗΣ ~ 12024 ΓFΕ

·

84. ΕΣΤΙΑΣ

Θυμίαμα ἀρώματα

Ἱστίη εὐδυνάτοιο Κρόνου θύγατερ βασίλεια,

ἣ μέσον οἶκον ἔχεις πυρὸς ἀενάοιο μεγίστου,

τούσδε σὺ ἐν τελεταῖς ὁσίους μύστας ἀναδείξαις,

θεῖσ’ αἰειθαλέας, πολυόλβους, εὔφρονας, ἁγνούς·

οἶκε θεῶν μακάρων, θνητῶν στήριγμα κραταιόν.

ἀϊδίη, πολύμορφε, ποθεινοτάτη, χλοόμορφε,

μειδιόωσα, μάκαιρα, τάδ’ ἱερὰ δέξαι προθύμως,

ὄλβον ἐπιπνείουσα καὶ ἠπιόχειρ’ ὑγίειαν.