ΠΥΡΟΜΑΝΤΗΣ ~ 12024 ΓFΕ

·

32. ΑΘΗΝΑΣ

Θυμίαμα ἀρώματα

Παλλάς μουνογενής, μεγάλου Διός ἔκγονε σεμνή,

δῖα μάκαιρα θεά, πολεμοκλόνος, ὀβριμόθυμε,

[Ἅρρητ’, εὐρήτη, μεγαλώνυμος, ἀντροδίαιτε·

ἣ τε διαΐσσεις ὑψαύχενας ἀκρωρείας,

ἠδ’ ὄρεα σκιόεντα, νάπῃσί τε σὴν φρένα τέρπεις].

ὁπλοχαρής, οἰστροῦσα βροτῶν ψυχὰς μανίῃσιν·

γυμνάζουσα κόρη, φρικώδεα θυμὸν ἔχουσα.

Γοργοφόνος, φυγόλεκτρε, τεχνῶν μῆτερ πολύολβε.

ὁρμάστειρα, φίλοιστρε κακοῖς, ἀγαθοῖς δὲ φρόνησις

ἄρσην μὲν καὶ θῆλυς ἔφυς, πολεμήτοκε μῆτι.

αἰολόμορφε, δράκαινα, φιλένθεος, ἀγλαότιμε·

Φλεγραίων ὀλέτειρα γιγάντων, ἱππελάτειρα.

Τριτογένεια, λύτειρα κακῶν, νικηφόρε δαῖμον,

γλαυκώφ’, εὑρεσίτεχνε, πολυλλίστη βασίλεια

ἤματα καὶ νύκτας αἰεὶ νεάτῃσιν ἐν ὥραις,

κλυθί μευ εὐχομένου, δὸς δ’ εἰρήνην πολύολβον,

καὶ κόρον ἠδ’ ὑγίειαν ἐπ’ εὐόλβοισιν ἐν ὥραις.