ΠΥΡΟΜΑΝΤΗΣ ~ 12024 ΓFΕ

·

77. ΜΝΗΜΟΣΥΝΗΣ

Θυμίαμα λίβανον

Μνημοσύνης καλέω, Ζηνὸς σύλλεκτρον, ἄνασσαν,

ἣ Μούσας τέκνωσ’ ἱεράς, ὁσίας, λιγυφώνους,

ἐκτὸς ἐχοῦσα κάκης μνἠμην βλαψίφρονος αἰεί,

πάντα νόον συνέχουσα βροτῶν ψυχῆσι σύνοικον,

εὐδύνατον κρατερὸν θνητῶν αὔξουσα λογισμόν,

ἡδυτάτη, φιλάγρυπνος, ὑπομνήσκουσά τε πάντα,

ὧν ἂν ἕκαστος ἀεὶ στέρνοις γνώμην κατάθηται.

οὔτι παρεκβαίνουσ’, ἐπεγείρουσα φρένα πᾶσιν.

ἀλλά, μάκαιρα θεά, μύσταις μνήμην ἐπέγειρε

εὐϊέρου τελετῆς, λήθην δ’ ἀπὸ τῶνδ’ ἀπόπεμπε.