ΠΥΡΟΜΑΝΤΗΣ ~ 12024 ΓFΕ

·

68. ΥΓΙΕΙΑΣ

Θυμίαμα μάνναν

Ἱμερόεσσ’ ἐρατή, πολυθάλμιε, παμβασίλεια

κλῦθι, μάκαιρ’ Ὑγίεια, φερόλβιε, μῆτερ ἁπάντων.

ἐκ σέο γὰρ νοῦσοι μὲν ἀποφθινύθουσι βροτοῖσιν,

πᾶς δὲ δόμος θάλλει πολυγηθὴς εἵνεκα σεῖο,

καὶ τέχναι βρίθουσι. ποθεῖ δέ σε κόσμος, ἄνασσα,

μοῦνος δὲ στυγέει σ’ Ἀῒδης ψυχοφθόρος αἰεί·

ἀϊθαλής, εὐκταιοτάτη, θνητῶν ἀνάπαυμα.

σοῦ γὰρ ἄτερ πάντ’ ἐστὶν ἀνωφελῆ ἀνθρώποισιν.

οὔτε γὰρ ὀλβοδότης Πλοῦτος γλυκερὸς θαλίησιν,

οὔτε γέρων πολύμοχθος ἄτερ σέο γίγνεται ἀνήρ·

πάντων γὰρ κρατέεις μούνη, καὶ πᾶσιν ἀνάσσεις.

ἀλλά, θεά, μόλε μυστιπόλοις ἐπιτάρροθος αἰεὶ,

ῥυομένη νούσων χαλεπῶν κακόποτμον ἀνίην.