ΠΥΡΟΜΑΝΤΗΣ ~ 12025 ΓFΕ

Ετικέτες

·

62. ΔΙΚΗΣ

Θυμίαμα λίβανον

Ὄμμα Δίκης μέλπω πανδερκέος, ἀγλαομόρφου,

ἥ καί Ζηνός ἄνακτος ἐπί θρόνον ἱερόν ἵζει,

οὐρανόθεν καθορῶσα βίον θνητῶν πολυφύλων,

τοῖς ἀδίκοις τιμωρός ἐπιβρίθουσα δικαίη,

ἐξ ἰσότητος ἀληθείη συνάγουσ’ ἀνομοῖα.

πάντα γάρ, ὅσσα κακαῖς γνώμαις θνητοῖσιν ὀχεῖται,

δύσκριτα, βουλομένοις τὸ πλέον βουλαῖς ἀδίκοισιν,

μούνη ἐπεμβαίνουσα δίκη ἀδίκοις ἐπί ἔργοις,

ἐχθρή τῶν ἀδίκων, εὔφρων δὲ σύνεσσι δικαίοις.

ἀλλά, θεά, μόλ’ ἔπι γνώμαις ἐσθλῆσι δικαίη,

ὡς ἂν ἀεὶ βιοτῆς τὸ πεπρωμένον ἦμαρ ἐπέλθη.