ΠΥΡΟΜΑΝΤΗΣ ~ 12025 ΓFΕ

Ετικέτες

·

87. ΘΑΝΑΤΟΥ

Θυμίαμα μάνναν

Κλῦθί μευ, ὅς πάντων θνητῶν οἴηκα κρατύνεις,

πᾶσι διδούς χρόνον ἁγνόν, ὅσων πόρρωθεν ὑπάρχεις.

σός γάρ ὕπνος ψυχῆς θραύει καί σώματος ὁλκόν,

ἡνίκ’ ἄν ἐκλύης φύσεως κεκρατημένα δεσμά,

τὸν μακρὸν ζῴοισι φέρων αἰώνιον ὕπνον,

κοινὸς μὲν πάντων, ἄδικος δ’ ἐνίοισιν ὑπάρχων,

ἐν ταχυτῆτι βίου παύων νεοήλικας ἀκμάς.

ἐν σοὶ γὰρ μούνῳ πάντων τὸ κριθὲν τελεοῦται·

οὔτε γὰρ εὐχῆσιν πείθῃ μόνος οὔτε λιτῆσιν.

ἀλλά, μάκαρ, μακροῖσι χρόνοις ζωῆς σε πελάζειν

αἰτοῦμαι, θυσιῆσι καὶ εὐχωλαῖς λιτανεύων,

ὡς ἂν ἔοι γέρας ἐσθλὸν ἐν ἀνθρώποισι τὸ γῆρας.