ΠΥΡΟΜΑΝΤΗΣ ~ 12025 ΓFΕ

Ετικέτες

·

15. ΔΙΟΣ

Θυμίαμα στύρακα

Ζεῦ πολυτίμητε, Ζεῦ ἄφθιτε, τήνδε τοι ἡμεῖς

μαρτυρίην τιθέμεσθα λυτήριον, ἠδέ πρόσευξιν

ὦ βασιλεῦ, διά σήν κεφαλήν ἐφάνη τάδε πάντα,

γαῖα θεὰ μήτηρ, ὀρέων θ’ ὑψαύχενες ὄχθοι,

καὶ πόντος, καὶ πάνθ’, ὁπόσ’ οὐρανὸς ἐντὸς ἔταξε.

Ζεῦ Κρόνιε, σκηπτοῦχε, καταιβάτα, ὀμβριμόθυμε,

παντογένεθλ’, ἀρχὴ πάντων, πάντων τε τελευτή.

σεισίχθων, αὐξητά, καθάρσιε, παντοτινάκτα,

ἀστράπιε, βρονταῖε, κεραύνιε, φυτάλιε Ζεῦ·

κλῦθί μευ, αἰολόμορφε, δίδου δ’ ὑγίειαν ἀμεμφῆ,

εἰρήνην τε θεὰν, καὶ πλούτου δόξαν ἄμεμπτον.

[Αὐτοπάτωρ· μακάρων τε θεῶν πάτερ ἠδέ καί ἀνδρῶν.

ἀλλά χάριν λοιβῆσι δίδου, φρεσίν αἴσιμα πάντα.

ζωήν δ’ ὀλβιοθυμον, ὁμοῦ δ’ ὑγίειαν ἄνασσαν

εἰρήνην τε θεόν κουροτρόφον ἀγλαότιμον·

και βίον εὐθύμοισιν ἀεί θάλλοντα λογισμοίς].