ΠΥΡΟΜΑΝΤΗΣ ~ 12024 ΓFΕ

·

4. ΟΥΡΑΝΟΥ

Θυμίαμα λίβανον

Οὐρανέ παγγενέτωρ, κόσμου μέρος αἰέν ἀτειρές,

πρεσβυγένεθλ’, ἀρχὴ πάντων, πάντων τε τελευτή·

κοσμοκράτωρ σφαιρηδὸν ἑλισσόμενος περὶ γαῖαν,

οἶκε θεῶν μακάρων, ῥόμβου δίνῃσιν ὁδεύων,

οὐράνιος χθόνιός τε φύλαξ πάντων περιβληθείς·

ἐν στέρνοισιν ἔχων φύσεως ἄπλητον ἀνάγκην,

κυανόχρως, ἀδάμαστε, παναίολος, αἰολόμορφε,

πανδερκές, Κρονότεκνε, μάκαρ, πανυπέρτατε δαῖμον,

κλῦθ’ ἐπάγων ζωὴν ὁσίην μύστῃ νεοφάντῃ.