ΠΥΡΟΜΑΝΤΗΣ ~ 12024 ΓFΕ

·

26. ΓΗΣ

Θυμίαμα πᾶν σπέρμα πλήν κυάμων καί ἀρωμάτων

Γαῖα θεά, μῆτερ μακάρων θνητῶν τ’ ἀνθρώπων,

πάντροφε, πανδώτειρα, τελεσφόρε, παντολέτειρα,

αὐξιθαλής, φερέκαρπε, καλαῖς ὥρῃσι βρύουσα·

ἕδρανον ἀθανάτου κόσμου, πολυποίκιλε κούρη,

ἣ λοχίαις ὠδῖσι κύεις καρπὸν πολυειδῆ·

ἀϊδίη, πολύσεπτε, βαθύστερν’, ὀλβιόμοιρε,

ἡδυπνόοις χαίρουσα χλόαις, πολυάνθεμε δαῖμον·

ὀμβροχαρής, περὶ τὴν κόσμος πολυδαίδαλος ἄστρων

εἱλεῖται φύσει ἀενάῳ καὶ ῥεύμασι δεινοῖς.

ἀλλά μάκαιρα θεά, καρποὺς αὔξοις πολυγηθεῖς,

εὐμενὲς ἦτορ ἔχουσα, σὺν εὐόλβοισιν ἐν ὥραις.