ΠΥΡΟΜΑΝΤΗΣ ~ 12024 ΓFΕ

·

24. ΝΗΡΗΙΔΩΝ

Θυμίαμα ἀρώματα

Νηρέος εἰναλίου νύμφαι καλυκώπιδες ἁγναί, 

φρίκιαι, ἐμβύθιαι, χοροπαίγμονες, ὑγροκέλευθοι,

πεντήκοντα κόραι περὶ κύμασι βακχεύουσαι,

Τριτώνων ἐπ’ ὄχοισιν ἀγαλλόμεναι περὶ νῶτα

θηροτύποις μορφαῖς, ὧν βόσκει σώματα πόντος·

ἄλλοι θ’ οἳ ναίουσι βυθόν, Τριτώνιον οἶδμα,

ὑδρόδρομοι, σκιρτηταί, ἑλισσόμενοι περὶ κῦμα,

ποντοπλάνοι δελφῖνες, ἁλιρρόθιοι, κυαναυγεῖς·

ὑμέας κικλήσκω πέμπειν μύσταις πολὺν ὄλβον·

ὑμέας γὰρ πρῶται τελετὴν ἀνεδείξατε σεμνὴν

εὐϊέρου Βάκχοιο καὶ ἁγνῆς Φερσεφονείης

Καλλιόπῃ σὺν μητρὶ καὶ Ἀπόλλωνι ἄνακτι.