ΠΥΡΟΜΑΝΤΗΣ ~ 12024 ΓFΕ

·

23. ΝΗΡΕΩΣ

Θυμίαμα σμύρναν

Ὦ κατέχων πόντου ῥίζας, κυαναυγέτιν ἕδρην,

πεντήκοντα κόρῃσιν ἀγαλλόμενος κατὰ κῦμα,

καλλιτέκνοισι χοροῖς, Νηρεῦ, μεγαλώνυμε δαῖμον·

πυθμὴν μὲν πόντου, γαίης πέρας, ἀρχὴ ἁπάντων·

ὃς κλονέεις Δηοῦς ἱερὸν βάθρον, ἡνίκα πνοιὰς

ἐν μυχίοις κευθμῶσιν ἐλαυνομένας ἀποκλείεις·

ἀλλά, μάκαρ, σεισμοὺς μὲν ἀπότρεπε, πέμπε δὲ μύσταις

ὄλβον τ’ εἰρήνην τε, καὶ ἠπιόχειρ’ ὑγίειαν.