ΠΥΡΟΜΑΝΤΗΣ ~ 12024 ΓFΕ

·

22. ΤΗΘΥΟΣ

Θυμίαμα λιβανομάνναν

Ὠκεανοῦ καλέω νύμφην γλαυκώπιδα Τηθύν,

κυανόπεπλον ἄνασσαν, εὔτροχα κυμαίνουσαν,

αὔραις ἡδυπνόοισι πατασσομένην περὶ γαῖαν.

θραύουσ’ αἰγιαλοῖσι πέτρῃσί τε κύματα μακρά,

εὐδινοῖς ἁπαλοῖσι γαληνιόωσα δρόμοισιν,

νηυσὶν ἀγαλλομένη, θηροτρόφος, ὑγροκέλευθε·

μήτηρ μὲν Κύπριδος, μήτηρ νεφέων ἐρεβεννῶν,

καὶ πάσης πηγῆς νυμφῶν νασμοῖσι βρυούσης·

κλῦθί μευ, ὦ πολύσεμνε, καὶ εὐμενέουσ’ ἐπαρήγοις,

εὐθυδρόμοις οὖρον νηυσὶν πέμπουσα μάκαιρα.