ΠΥΡΟΜΑΝΤΗΣ ~ 12024 ΓFΕ

·

17. ΠΟΣΕΙΔΩΝΟΣ

Θυμίαμα σμύρναν

Κλῦθι, Ποσειδάον γαιήοχε, κυανοχαῖτα,

ἵππιε, χαλκοτόρευτον ἔχων χείρεσσι τρίαιναν·

ὃς ναίεις πόντοιο βαθυστέρνοιο θέμεθλα,

ποντομέδων, ἁλίδουπε, βαρύκτυπος, ἐννοσίγαιε

κυμοθαλής, χαριτῶπα, τετράορον ἅρμα διώκων,

εἰναλίοις ῥοίζοισι τινάσσων ἁλμυρὸν ὕδωρ.

ὃς τριτάτης ἔλαχες μοίρης βαθὺ χεῦμα θαλάσσης,

κύμασι τερπόμενος, θηρσίν θ’ ἅμα, πότνιε δαῖμον.

ἕδρανα γῆς σῴζοις καὶ νηῶν εὔδρομον ὁρμήν,

εἰρήνην, ὑγίειαν ἄγων, ἠδ’ ὄλβον ἀμεμφῆ.

[Κλῦθι Ποσειδάων, πρεσβυγένεθλε,

οὐρανίων μακάρων τε θεῶν ἠδέ και ἀνδρῶν.

ὅς ναίεις κορυφαῖος ἐπ’ Οὐλύμποιο καρήνων

δεύτερος ἐκ Διός εἰληχώς πάντεσσιν ἀνάσσειν.

ἵππιε, χαλκοτόρευτον ἔχων χείρεσσι τρίαιναν.

εὐρύμεδον, χαριτῶπα, τετράορον ἄρμα διώκων.

ὦ ἄναξ παντοκράτωρ, ἱερώτατος, ἀγλαότιμε,

σεμνοῖς μυστοπόλοις χαίρων ὁσίοις τε σεβασμοῖς,

ἵλαος εἴης, εὐτυχίην μύστησι προφαίνων.]