ΠΥΡΟΜΑΝΤΗΣ ~ 12024 ΓFΕ

·

55. ΕΙΣ ΑΦΡΟΔΙΤΗΝ

Οὐρανίη, πολύυμνε, φιλομειδὴς Ἀφροδίτη,

ποντογενής, γενέτειρα θεά, φιλοπάννυχε, σεμνή,

νυκτερίη ζεύκτειρα, δολοπλόκε, μῆτερ ἀνάγκης·

πάντα γὰρ ἐκ σέθεν ἐστίν, ὑπεζεύξω δέ τε κόσμον

καὶ κρατέεις τρισσῶν μοιρῶν, γεννᾶς δὲ τὰ πάντα

ὅσσα τ’ ἐν οὐρανῷ ἐστι καὶ ἐν γαίῃ πολυκάρπῳ

ἐν πόντου τε βυθῷ, σεμνὴ Βάκχοιο πάρεδρε,

τερπομένη θαλίησι, γαμοστόλε, μῆτερ ἐρώτων·

πειθοῖ λεκτροχαρής, κρυφίη, χαριδῶτι, ἄνασσα,

φαινομένη, τ’ , ἀφανής, τ’ , ἐρατοπλόκαμ’ εὐπατέρεια,

νυμφιδίη, σύνδαιτε, θεῶν σκηπτοῦχε, λύκαινα·

γεννοδότειρα, φίλανδρε, ποθεινατότω βιοδῶτι·

ἐνζεύξασα βροτοὺς ἀχαλινώτοισιν ἀνάγκαις,

καὶ θηρῶν πολὺ φῦλον, ἐρωμανέων ὑπὸ φίλτρων

ἔρχεο, Κυπρογενὲς θεῖον γένος, εἴτ’ ἐν’ Ὀλύμπῳ

ἐσσί, θεὰ βασίλεια, καλῶ γήθουσα προσώπῳ,

εἴτε καὶ εὐλιβάνου Συρίης ἕδος ἀμφιπολεύεις,

εἴτε σύ γ’ ἐν πεδίοισιν σὺν ἅρμασι χρυσεοτεύκτοις

Αἰγύπτου κατέχεις ἱερῆς γονιμώδεα λουτρά,

ἢ καὶ κυανέοισιν ὄχοις ἐπὶ πόντιον οἶδμα

ἐρχομένη χαίρεις νεπόδων κυκλίησι χορείαις·

ἢ νύμφαις τέρπῃ κυανώπισιν ἐν χθονὶ Δία,

θυιάς ἐπ’ αἰγιαλοῖς ψαμμώδεσιν ἅλματι κούφῳ·

εἴτε ἐν Κύπρω, ἄνασσα, τροφῶ σέο· ἔνθα καλαί σε

παρθένοι ἀδμῆται νύμφαι τ’ ἀνὰ πάντ’ ἐνιαυτὸν

ὑμνοῦσιν, σέ, μάκαιρα, καὶ ἄμβροτον ἁγνὸν Ἄδωνιν.

ἐλθέ, μάκαιρα θεά, μάλ’ ἐπήρατον εἶδος ἔχουσα·

ψυχῇ γάρ σε καλῶ σεμνῇ ἁγίοισι λόγοισιν.