ΠΥΡΟΜΑΝΤΗΣ ~ 12024 ΓFΕ

·

64. ΝΟΜΟΥ

Ἀθανάτων καλέω καὶ θνητῶν ἁγνὸν ἄνακτα,

οὐράνιον Νόμον, ἀστροθέτην, σφραγῖδα δικαίην

πόντου τ’ εἰναλίου καὶ γῆς, φύσεως τὸ βέβαιον

ἀκλινὲς ἀστασίαστον ἀεὶ τηροῦντα νόμοισιν,

οἷσιν ἄνωθε φέρων μέγαν οὐρανὸν αὐτὸς ὁδεύει,

καὶ φθόνον οὐ δίκαιον ῥοίζου τρόπον αὐτος ἐλαύνει·

ὃς καὶ θνητοῖσιν βιοτῆς τέλος ἐσθλὸν ἐγείρει.

αὐτὸς γὰρ μοῦνος ζώων οἴηκα κρατύνει,

γνώμαις ὀρθοτάτησι συνών, ἀδιάστροφος αἰεί,

ὠγύγιος, πολύπειρος, ἀβλάπτως πᾶσι συνοικῶν

τοῖς νομίμοις, ἀνόμοις δὲ φέρων κακότητα βαρεῖαν·

ἀλλά, μάκαρ, πάντιμε, φερόλβιε, πᾶσι ποθεινέ,

εὐμενὲς ἦτορ ἔχων μνήμην σέο πέμπε, φέριστε.