ΠΥΡΟΜΑΝΤΗΣ ~ 12025 ΓFΕ

Ετικέτες

·

59. ΜΟΙΡΩΝ

Θυμίαμα ἀρώματα

Μοῖραι ἀπειρέσιοι, Νυκτός φίλα τέκνα μελαίνης,

κλῦτέ μου εὐχομένου, πολυώνυμοι, αἵτ’ ἐπί λίμνης

οὐρανίας (ἵνα λευκόν ὕδωρ νυχίας ὑπό θερμῆς

ῥήγνυται ἐν σκιερῶ λιπαροῦ μυχῶ εὐλίθου ἄντρου)

ναίουσαι, πεπότησθε βροτῶν ἐπ’ ἀπείρονα γαῖαν·

ἔνθεν ἐπὶ βρότεον δοῦλον γένος ἐλπίδι κούφη

στείχετε, πορφυρέησι καλυψάμεναι ὀθόνηισι,

μορσίμω ἐν πεδίω, ὅθι πάγγεον ἅρμα διώκει

δόξα, δίκης παρὰ τέρμα καὶ ἐλπίδος ἠδὲ μεριμνῶν,

καὶ νόμον ὠγύγιον παναπείρονος εὐνόμου ἀρχῆς.

Μοῖρα γὰρ ἐν βιότω καθορᾶ μόνον, οὐδέ τις ἄλλος

ἀθανάτων, οἳ ἔχυσι κάρη νιφόεντος Ὀλύμπου,

καὶ Διὸς ὄμμα τέλειον· ἐπεί γ’ ὅσα γίγνεται ἡμῖν,

Μοῖρά τε καὶ Διὸς οἶδε νόος διαπαντὸς ἅπαντα.

ἀλλά μοι, ἀέριοι, μαλακόφρονες, ἠπιόθυμοι,

Ἄτροπε, καὶ Λάχεσι, Κλωθώ, μόλετ’, εὐπατέρειαι

νυκτέριοι, ἀφανεῖς, ἀμετάτροποι, αἰὲν ἀτειρεῖς,

παντοδότειραι, ἀφαιρέτιδες, θνητοῖσιν ἀνάγκης,

Μοῖραι, ἀκούσατ’ ἐμῶν ὁσίων λοιβῶν τε καὶ εὐχῶν,

ἐρχόμεναι μύσταις λαθιπήμονες εὔφρονι βουλῇ.