Θυμίαμα μάνναν
Κλῦθι μευ, ὦ πολύσεμνε τροφεῦ, Βάκχοιο τιθηνέ,
Σιληνῶν ὄχ’ ἄριστε, τετιμένε πᾶσι θεοῖσιν
καί θνητοῖσι βροτοῖσιν ἐπί τριετηρίσιν ὥραις,
ἁγνοτελής, γεραρός, θιάσου νομίου τελετάρχα·
εὐαστής, φιλάγρυπνε σὺν εὐζώνοισι τιθήναις,
Ναΐσι καὶ Βάκχαις ἡγούμενε κισσοφόροισιν·
δεῦρ’ ἐπὶ πάνθεον τελετὴν Σατύροις ἅμα πᾶσιν
θηροτύποις, εὔασμα διδοὺς Βάκχοιο ἄνακτος,
σὺν Βάκχαις ληναῖα τελεσφόρα σεμνὰ προτέμπων,
ὄργια νυκτιφαῆ τελεταῖς ἁγίαις ἀναφαίνων,
εὐάζων, φιλόθυρσε, γαληνιόων θιάσοισιν.