ΠΥΡΟΜΑΝΤΗΣ ~ 12025 ΓFΕ

Ετικέτες

·

38. ΚΟΥΡΗΤΩΝ

Θυμίαμα λίβανον

Χαλκόκροτοι Κουρῆτες, Ἀρήϊα τεύχε’ ἔχοντες,

οὐράνιοι, χθόνιοί τε καί εἰνάλιοι, πολύολβοι,

ζωογόνοι πνοιαί, κόσμου σωτῆρες ἀγαυοί,

οἵ τε Σαμοθράκην, ἱερὴν χθόνα, ναιετάοντες,

κινδύνους θνητῶν ἀπερύκετε ποντοπλανήτων·

ὑμεῖς καὶ τελετὴν πρῶτοι μερόπεσσιν ἔθεσθε,

ἀθάνατοι Κουρῆτες, Ἀρήϊα τεύχε’ ἔχοντες·

νωμᾶτ’ Ὠκεανόν, νωμᾶθ’ ἅλα, δένδρεά θ’ αὕτως.

ἐρχόμενοι γαῖαν κοναβίζετε ποσσὶν ἐλαφροῖς

μαρμαίροντες ὅπλοις, πτήσσουσι δὲ θῆρες ἅπαντες

ὁρμώντων, θόρυβος δὲ βοή τ’ εἰς οὐρανὸν ἵκει,

εἱλιγμοῖς τε ποδῶν κονίη νεφέλας ἀφικάνει

ἐρχομένων· τότε δή ῥα καὶ ἄνθεα πάντα τέθηλεν.

δαίμονες ἀθάνατοι, τροφέες τε καὶ αὖτ’ ὀλετῆρες,

ἡνίκ’ ἂν ὁρμαίνητε χολούμενοι ἀνθρώποισιν,

ὀλλύντες βίοτον καὶ κτήματα, ἠδὲ καὶ αὐτοὺς πλάζοντες·

στοναχεῖ δὲ μέγας πόντος βαθυδίνης,

δένδρεα δ’ ὑψικάρην’ ἐκ ῥιζῶν ἐς χθόνα πίπτει·

ἠχὼ δ’ οὐρανίη κελαδεῖ ῥοιζήμασι φύλλων.

Κουρῆτες, Κορύβαντες, ἀνάκτορες εὐδύνατοί τε.

ἐν Σαμοθράκῃ, ἄνακτες, ὁμοῦ Ζηνός κόροι αὐτοί·

πνοαὶ ἀέναοι, ψυχοτρόφοι, ἠεροειδεῖς,

οἵτε καὶ οὐράνιοι δίδυμοι κλήζεσθ’ ἐν Ὀλύμπῳ

εὔπνοοι, εὔδιοι, σωτήριοι ἠδὲ προσηνεῖς,

ὡροτρόφοι, φερέκαρποι, ἐπιπνείοιτε ἄνακτες.