ΠΥΡΟΜΑΝΤΗΣ ~ 12024 ΓFΕ

·

34. ΑΠΟΛΛΩΝΟΣ

Θυμίαμα μάνναν

Ἐλθε, μάκαρ Παιάν, τιτυοκτόνε, Φοῖβε Λυκωρεῦ,

Μεμφῖτ’, ἀγλαότιμος, ἰήϊος, ὀλβιοδῶτα,

χρυσολύρη, σπερμεῖος, ἀρότριε, Πύθιε, Τιτάν.

Γρύνειε, Σμινθεῦ, Πυθοκτόνε, Δελφικέ, μάντι,

ἄγριε, φωσφόρε δαῖμον, ἐράσμιε, κύδιμε κοῦρε·

Μουσαγέτη, χαροποιός, ἑκηβόλε, τοξοβέλεμνε,

Βράγχιε καὶ Διδυμεῦ, ἑκάεργος, Λοξία, ἁγνέ·

Δήλι’ ἄναξ, πανδερκὲς ἔχων φαεσίμβροτον ὄμμα,

χρυσοκόμη, καθαρὰς φήμας χρησμούς τ’ ἀναφαίνων·

κλῦθί μευ εὐχομένου λαῶν ὕπερ εὔφρονι θυμῷ.

τόνδε σὺ γὰρ λεύσσεις τὸν ἀπείριτον αἰθέρα πάντα,

γαῖαν τ’ ὀλβιόμοιρον ὕπερθέν καὶ δι’ ἀμολγοῦ

νυκτὸς ἐν ἡσυχίῃσιν ὑπ’ ἀστεροόμματου ὄρφνης

ῥίζας νέρθε δέδορκας, ἔχεις δέ τε πείρατα κόσμου

παντός· σοὶ δ’ ἀρχή τε τελευτή τ’ ἐστὶ μέλουσα,

παντοθαλής· σὺ δὲ πάντα πόλον κιθάρῃ πολυκρέκτῳ

ἁρμόζεις, ὁτὲ μὲν νεάτης ἐπὶ τέρματα βαίνων,

ἄλλοτε δ’ αὖθ’ ὑπάτην, ποτὲ Δώριον εἰς διάκοσμον

πάντα πόλον κιρνὰς, κρίνεις βιοθρέμμονα φῦλα,

ἁρμονίῃ κεράσας παγκόσμιον ἀνδράσι μοῖραν·

μίξας χειμῶνος θέρεός τ’ ἴσον ἀμφοτέροισιν,

εἰς ὑπάτας χειμῶνα, θέρος νεάταις διακρίνας,

Δώριον εἰς ἔαρος πολυηράτου ὥριον ἄνθος.

ἔνθεν ἐπωνυμίην σε βροτοὶ κλῄζουσι ἄνακτα

Πᾶνα, θεὸν δικέρωτ’, ἀνέμων συρίγμαθ’ ἱέντα·

οὕνεκα παντὸς ἔχεις κόσμου σφραγῖδα τυπῶτιν.

κλῦθι μάκαρ, σώζων μύστας ἱκετηρίδι φωνῇ.