ΠΥΡΟΜΑΝΤΗΣ ~ 12024 ΓFΕ

·

14. ΡΕΑΣ

Θυμίαμα ἀρώματα

Πότνια Ῥέα, θύγατερ πολυμόρφου Πρωτογόνοιο,

ἦ λῖς ταυροφόνος ἱερότροχον ἅρμα τιταίνει·

τυμπανόδουπε, φιλοιστρομανές, χαλκόκροτε κούρη,

μῆτερ Ζηνὸς ἄνακτος Ὀλυμπίου, αἰγιόχοιο·

πάντιμ’ ἀγλαόμορφε, Κρόνου σύλλεκτρε μάκαιρα·

οὔρεσειν ἣ χαίρεις, θνητῶν τ’ ὀλολύγμασι φρικτοῖς·

παμβασίλεια Ῥέα, πολεμόκλονος, ὀμβριμόθυμε·

ψευδομένη σώτειρα, λυτηριάς, ἀρχιγένεθλε·

μήτηρ μέν τε θεῶν ἠδὲ θνητῶν ἀνθρώπων.

ἐκ σοῦ γὰρ καὶ γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν,

καὶ πόντος, πνοαί τε, φιλόδρομος, ἀερόμορφε,

ἐλθέ, μάκαιρα θεά, σωτήριος εὔφρονι βουλῇ,

εἰρήνην κατάγουσα σὺν εὐόλβοις κτεάτεσσιν,

λύματα καὶ κῆρας πέμπουσ’ ἐπὶ τέρματα γαίης.