ΠΥΡΟΜΑΝΤΗΣ ~ 12024 ΓFΕ

·

57. ΕΡΜΟΥ ΧΘΟΝΙΟΥ

Θυμίαμα στύρακα

Κωκυτοῦ ναίων ἀνυπόστροφον οἶμον ἀνάγκης,

ὃς ψυχὰς θνητῶν κατάγεις ὑπὸ νέρτερα γαίης,

Ἑρμῆ, Βακχεχόροιο Διονύσοιο γένεθλον,

καὶ Παφίης κούρης, ἑλικοβλεφάρου Ἀφροδίτης,

ὃς παρὰ Περσεφόνης ἱερὸν δόμον ἀμφιπολεύεις,

αἰνομόροις ψυχαῖς πομπὸς κατὰ γαῖαν ὑπάρχων·

ἃς κατάγεις, ὁπόταν μοίρης χρόνος εἰσαφίκηται

εὐϊέρω ῥάβδω θέλγων ὑπνοδώτιδι πάντα,

καὶ πάλιν ὑπνώοντας ἐγείρεις. σοὶ γὰρ ἔδωκεν

τιμὴν Φερσεφόνεια θεὰ, κατὰ Τάρταρον, εὐρὺν

ψυχαῖς ἀενάοις θνητῶν ὁδὸν ἡγεμονεύειν.

ἀλλά, μάκαρ, πέμποις μύσταις τέλος ἐσθλὸν ἐπ’ ἔργοις.