ΠΥΡΟΜΑΝΤΗΣ ~ 12024 ΓFΕ

·

73. ΔΑΙΜΟΝΟΣ

Θυμίαμα λίβανον

Δαίμονα κικλήσκω, μέγαν, εὐηγήτορα, φρικτόν,

μειλίχιον Δία, παγγενέτην, βιοδώτορα θνητῶν,

Ζῆνα μέγαν, πολύπλαγκτον, ἀλάστορα, παμβασιλῆα·

πλουτοδότην, ὁπόταν γε βρυάζων οἶκον ἐσέλθηι,

ἔμπαλι δὲ ψύχοντα βίον θνητῶν πολυμόχθων.

ἐν σοὶ γὰρ λύπης τε χαρᾶς τε κλῆδες ὀχοῦνται·

τοιγάρ τοι, μάκαρ ἁγνέ, πολύστονα κήδε’ ἐλάσσας,

ὅσσα βιοφθορίην πέμπει κατὰ γαῖαν ἅπασαν,

εὔδοξον βιοτῆς γλυκερὸν τέλος ἐσθλὸν ὀπάζοις.