ΠΥΡΟΜΑΝΤΗΣ ~ 12024 ΓFΕ

·

6. ΠΡΩΤΟΓΟΝΟΥ

Θυμίαμα σμύρναν

Πρωτόγονον καλέω διφῆ, μέγαν, αἰθερόπλαγκτον,

ᾠογενῆ, χρυσέῃσιν ἀγαλλόμενον πτερύγεσσιν,

ταυρωπόν, γένεσιν μακάρων θνητῶν τ’ ἀνθρώπων

σπέρμα πολύμνηστον, πολυόργιον, Ἠρικεπαῖον,

ἄρρητον, κρύφιον ῥοιζήτορα, παμφαὲς ἔρνος·

ὅσσων ὃς σκοτόεσσαν ἀπημαύρωσας ὁμίχλην,

πάντῃ δινηθεὶς πτερύγων ῥιπαῖς κατὰ κόσμον·

λαμπρὸν ἄγων φάος ἁγνόν, ἀφ’ οὗ σε Φάνητα κικλήσκω,

ἠδὲ Πρίηπον ἄνακτα, καὶ Ἀνταύγην ἑλίκωπον.

ἀλλά, μάκαρ πολύμητι, πολύσπορε, βαῖνε γεγηθὼς

ἐς τελετὴν ἁγνήν πολυποίκιλον ὀργιοφάνταις.